asclepiades
αὐτοῦ μοι στέφανοι παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ
μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι,
οὓς δακρύοις κατέβρεξα: κάτομβρα γὰρ ὄμματ᾽ ἐρώντων
ἀλλ᾽, ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης,
στάξαθ᾽ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν % ἄμεινον
ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα. [p. 198]