quintus maecius
ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον, ἡ τὸν ἐραστὴν
μηδέποτ᾽ ἀργυρίου χωρὶς ἀνασχομένη,
φαίνετ᾽ ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμα
φαίνεσθ᾽ ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω.
καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής;
δάκνει δ᾽ οὐκ ἄλλως ἢ θανατηφορίην.