philippus
Σπερμοφόρον πήρην ὠμαχθέα, κὠλεσίβωλον
σφῦραν, καὶ γαμψὰς πυρολόγους δρεπάνας,
καὶ τριβόλους ὀξεῖς ἀχυρότριβας, ἱστοβόην τε
σὺν γυροῖς ἀρότροις, καὶ φιλόγαιον ὕνιν,
κέντρα τ᾽ ὀπισθονυγῆ, καὶ βουστρόφα δεσμὰ τενόντων,
καὶ τρίνακας ξυλίνας, χεῖρας ἀρουροπονων,
γυῖ᾽ ἅτε πηρωθεὶς Λυσίξενος αὔλακι πολλῇ
ἐκρέμασεν Δηοῖ τῇ σταχυοστεφάνῳ. [p. 356]