paulus silentiarius
τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως θρασὺς εἰκόνα μορφῆς
ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης,
φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας: αὐτὰρ ἐγώ τοι
γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης.
τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι, βάρβαρε, δείξω,
Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην. [p. 272]