asclepiades
τῶν † καρίων ἡμῖν λάβε † κώλακας ῾ἀλλὰ πόθ᾽ ἤξεἰ,
καὶ πέντε στεφάνους τῶν ῥοδίνων. ‘τί τὸ’ Πάξ;
οὐ φὴς κέρματ᾽ ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις
τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντ᾽ ἔχομεν.
οὐκ ἀδικεῖς; οὐδέν; φέρε τὸν λόγον ἐλθὲ λαβοῦσα,
Φρύνη, τὰς ψήφους. ὦ μεγάλου κινάδους.
πέντ᾽ οἶνος δραχμῶν ἀλλᾶς δύο ...
ὦτα λέγεις σκόμβροι σησαμίδες, σχάδονες.
αὔριον αὐτὰ καλῶς λογιούμεθα: νῦν δὲ πρὸς Αἴσχραν
τὴν μυρόπωλιν ἰὼν, πέντε λάβ᾽ ἀργυρέας.
εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντ᾽ ἐφίλησεν
ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.