anonymi epigrammatici
Ἀλκιμένης ὁ πενιχρὸς ἐπὶ σμικρῷ τινι κήπῳ
τοῦ φιλοκαρποφόρου γευσάμενος θέρεος,
ἰσχάδα καὶ μῆλον καὶ ὕδωρ γέρα Πανὶ κομίζων,
εἶπε:
σύ μοι βιότου τῶν ἀγαθῶν ταμίας:
ὧν τὰ μὲν ἐκ κήποιο, τὰ δ᾽ ὑμετέρης ἀπὸ πέτρης
δέξο, καὶ ἀντιδιδοὺς δὸς πλέον ὧν ἔλαβες.