paulus silentiarius
ὀφθαλμοί, τέο μέχρις ἀφύσσετε νέκταρ Ἐρώτων,
κάλλεος ἀκρήτου ζωροπόται θρασέες;
τῆλε; διαθρέξωμεν ὅπῃ σθένος: ἐν δὲ γαλήνῃ
νηφάλια σπείσω Κύπριδι Μειλιχίῃ.
εἰ δ᾽ ἄρα του καὶ κεῖθι κατάσχετος ἔσσομαι οἴστρῳ,
γίνεσθε κρυεροῖς δάκρυσι μυδαλέοι,
ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον: ἐξ ὑμέων γάρ,
φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην. [p. 242]