diodorus
αἴλινον ὠκυμόρῳ με λεχωίδι τοῦτο κεκόφθαι
τῆς Διοδωρείου γράμμα λέγει σοφίης, [p. 484]
κοῦρον ἐπεὶ τίκτουσα κατέφθιτο παῖδα δὲ Μήλας
δεξάμενος θαλερὴν κλαίω Ἀθηναΐδα,
Λεσβιάδεσσιν ἄχος καὶ Ἰήσονι πατρὶ λιποῦσαν.
Ἄρτεμι, σοὶ δὲ κυνῶν θηροφόνων ἔμελεν.