leonidas
οὐκ ἀδικέω τὸν Ἔρωτα. γλυκύς, μαρτύρομαι αὐτὴν
Κύπριν βέβλημαι δ᾽ ἐκ δολίου κέραος,
καὶ πᾶς τεφροῦμαι: θερμὸν δ᾽ ἐπὶ θερμῷ ἰάλλει
ἄτρακτον, λωφᾷ δ᾽ οὐδ᾽ ὅσον ἰοβολῶν.
χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων,
τίσομαι: ἐγκλήμων δ᾽ ἔσσομ᾽ ἀλεξόμενος;