agathias scholasticus
ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ
τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,
ἀλλ᾽ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν
οὐ λάθε: τῶν δ᾽ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη:
μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν. ἐνθάδε δ᾽ ἔγνων
ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.