rufinus
εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον,
καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων,
‘ σῶσον,’ ἔφην,
ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν
καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.
ταῦτα λέγοντος ἔκλαυσεν ἀποψήσασα δὲ δάκρυ,
ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.