anonymi epigrammatici
Ἑρμεία, σήραγγος ἁλίκτυπον ὃς τόδε ναίεις
εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας, [p. 310]
δέξο σαγηναίοιο λίνου τετριμμένον ἅλμῃ
λείψανον, αὑχμηρῶν ξανθὲν ἐπ᾽ ἠιόνων,
γρίπους τε, πλωτῶν τε πάγην, περιδινέα κύρτον,
καὶ φελλὸν κρυφίων σῆμα λαχόντα βόλων,
καὶ βαθὺν ἱππείης πεπεδημένον ἅμματι χαίτης,
οὐκ ἄτερ ἀγκίστρων,λιμνοφυῆ δόνακα.