alpheus
Πανὶ κασιγνήτων ἱερὴ τριάς , ἄλλος ἀπ᾽ ἄλλης,
ἄνθετ᾽ ἀπ᾽ οἰκείης σύμβολον ἐργασίης,
Πίγρης ὀρνίθων, ἁλίων ἀπομοίρια Κλείτωρ
ἔμπαλιν ἰθυτόμων Δᾶμις ἀπὸ σταλίκων.
ἀνθ᾽ ὧν εὐαγρίην τῷ μὲν χθονός, ᾧ δὲ διδοίης
ἐξ ἁλός, ᾧ δὲ νέμοις ἠέρος ὠφελίην.