macedonius ii
ἦλθες ἐμοὶ ποθέοντι παρ᾽ ἐλπίδα: τὴν δ᾽ ἐνὶ θυμῷ
ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην,
καὶ τρομέω, κραδίη τε βυθῷ πελεμίζεται οἴστρῳ,
ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ.
ἀλλ᾽ ἐμὲ τὸν ναυηγὸν ἐπ᾽ ἠπείροιο φανέντα
σῶε, τεῶν λιμένων ἔνδοθι δεξαμένη.