apollonides
εὔφρων οὐ πεδίου πολυαύλακός εἰμ᾽ ὁ γεραιὸς
οὐδὲ πολυγλεύκου γειομόρος βότρυος:
ἀλλ᾽ ἀρότρῳ βραχύβωλον ἐπικνίζοντι χαράσσω
χέρσον, καὶ βαιοῦ πίδακα ῥαγὸς ἔχω.
εἴη δ᾽ ἐξ ὀλίγων ὀλίγη χάρις: εἰ δὲ διδοίης
πλείονα, καὶ πολλῶν, δαῖμον, ἀπαρξόμεθα,