leonidas
ὁ σκήπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Κύπρι,
ἄγκειται κυνικοῦ σκῦλ᾽ ἀπὸ Σωχάρεος,
ὄλπη τε ῥυπόεσσα, πολυτρήτοιό τε πήρας
λείψανον, ἀρχαίης πληθόμενον σοφίης:
σοὶ δὲ Ῥόδων ὁ καλός, τὸν πάνσοφον ἡνίκα πρέσβυν
ἤγρευσεν, στεπτοῖς θήκατ᾽ ἐπὶ προθύροις,