philippus
Αἰγύπτου μεδέουσα μελαμβώλου, λινόπεπλε
δαῖμον, ἐπ᾽ εὐϊέρους βῆθι θυηπολίας.
σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται,
καὶ πολιὸν χηνῶν ζεῦγος ἐνυδροβίων, [p. 422]
καὶ νάρδος ψαφαρὴ κεγχρίτισιν ἰσχάσιν ἀμφί,
καὶ σταφυλὴ γραίη, χὠ μελίπνους λίβανος.
εἰ δ᾽ ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν, ἄνασσα,
κἠκ πενίης, θύσει χρυσόκερων κεμάδα.