agathias scholasticus
εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη
ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην, [p. 278]
καὶ κείνην φιλέεσκεν ἐγὼ δέ τις ὡς ὀχετηγὸς
ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,
αὐερύων τὸ φίλημα: περὶ ζωστῆρα δὲ κούρης
μάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν.
ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις: ἡ γλυκερὴ γὰρ
ζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου,