erycius
Γάλλος ὁ χαιτάεις, ὁ νεήτομος, ὡπὸ Τυμώλου
Λύδιος ὀρχηστὰς μάκρ᾽ ὀλολυζόμενος, [p. 424]
τᾷ παρὰ Σαγγαρίῳ τάδε Ματέρι τύμπαν᾽ ἀγαυᾷ
θήκατο, καὶ μάστιν τὰν πολυαστράγαλον,
ταῦτὰ τ᾽ ὀρειχάλκου λάλα κύμβαλα, καὶ μυρόεντα
βόστρυχον, ἐκ λύσσας ἄρτια παυσάμενος.