gaetulicus i
παῖδα πατὴρ Ἄλκων ὀλοῷ σφιγχθέντα δράκοντι
ἀθρήσας, δειλῇ τόξον ἔκαμψε χερί:
θηρὸς δ᾽ οὐκ ἀφάμαρτε: διὰ στόματος γὰρ ὀιστὸς
ἤιξεν, τυτθοῦ βαιὸν ὕπερθε βρέφους.
παυσάμενος δὲ φόβοιο, παρὰ δρυῒ τῇδε φαρέτρην
σῆμα καὶ εὐτυχίης θῆκε καὶ εὐστοχίης,