diodorus zonas
Ἀρτιχανῆ ῥοιάν τε, καὶ ἀρτίχνουν τόδε μῆλον,
καὶ ῥυτιδόφλοιον σῦκον ἐπομφάλιον,
πορφύρεόν τε βότρυν μεθυπίδακα, πυκνορρᾶγα:
καὶ κάρυον χλωρῆς ἀρτίδορον λεπίδος,
ἀγροιώτῃ τῷδε μονοστόρθυγγι Πριήπῳ
θῆκεν ὁ καρποφύλαξ, δενδριακὴν θυσίην.