rufinus
ὑψοῦται Ῥοδόπη τῷ κάλλεϊ: κἤν ποτε
χαῖρεεἴπω, ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο.
ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι,
ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσιν.
ὦ ῥυτίδες, καὶ γῆρας ἀνηλεές, ἔλθετε θᾶσσον,
σπεύσατε: κἂν ὑμεῖς πείσατε τὴν Ῥοδόπην,