theodoridas
ἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ
πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής:
αἰχμητὰν δ᾽ ἐπέθυσεν ἀλέκτορα, καὶ πλακόεντα
παῖς Ἡγησιδίκου πίονα τυροφόρον.
Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα,
οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχων.