paulus silentiarius
ὁ θρασὺς ὑψαύχην τε, καὶ ὀφρύας εἰς ἓν ἀγείρων
κεῖται παρθενικῆς παίγνιον ἀδρανέος:
ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν,
αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη. καὶ ῥ᾽ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις:
ἡ δὲ κατ᾽ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει.
παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες,
σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν.