marcus argentarius
ἔγχει Λυσιδίκης κυάθους δέκα, τῆς δὲ ποθεινῆς
Εὐφράντης ἕνα μοι, λάτρι, δίδου κύαθον.
φήσεις Λυσιδίκην με φιλεῖν πλέον. οὐ μὰ τὸν ἡδὺν
Βάκχον, ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι:
ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα: καὶ γὰρ1 ἀπείρους
ἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται.