macedonius ii
τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρ
θάμβεεν, εἰ λείβειν δάκρυον οἶδε λίθος:
αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχλην
ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος.
αἴτιος ἀμφοτέροισιν ἔρως, ὀχετηγὸς ἀνίης
τῇ Νιόβῃ τεκέων, αὐτὰρ ἐμοὶ παθέων.