Julianus
καμπτομένους δόνακας, κώπην θ᾽ ἅμα, νηὸς ἱμάσθλην,
γυρῶν τ᾽ ἀγκίστρων καμπυλόεσσαν ἴτυν,
εὐκόλπου τε λίνοιο περίπλεα κύκλα μολύβδῳ,
καὶ φελλοὺς κύρτων μάρτυρας εἰναλίων,
ζεῦγὸς τ᾽ εὐπλεκέων σπυρίδων, καὶ μητέρα πυρσῶν
τήνδε λίθον, νηῶν θ᾽ ἕδρανον ἀσταθέων
ἄγκυραν, γριπεύς, Ἐριούνιε, σοὶ τάδε Βαίτων
δῶρα φέρει, τρομεροῦ γήραος ἀντιάσας.