anonymi epigrammatici
ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους
στυλίδα: τᾶς πρώτας τοῦθ᾽ ὑπόδειγμα τέχνας:
ταύταν γὰρ πρώταν ποτ᾽ ἐμήσατο Παλλὰς Ἀθάνα,
τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν,
οὕνεκεν ὑψίστᾳ Τριτωνίδι νηὸν ἔτευξεν
Κύζικος ἅδ᾽, ἱρᾷ πρῶτον ἐν Ἀσιάδι:
δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος
Δελφίδα γᾶν, Φοίβῳ τάνδε νέμουσα χάριν.