agathias scholasticus
Δαφνιακῶν βίβλων Ἀγαθία ἡ ἐννεάς εἰμι:
ἀλλὰ μ᾽ ὁ τεκτήνας ἄνθετο σοί, Παφίη:
οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον Ἔρωτι,
ὄργια τοσσατίων ἀμφίέπουσα πόθων.
αἰτεῖ δ᾽ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη
ἤ τινα μὴ φιλέειν, ἢ ταχὺ πειθομένην.