antipater
πάντα καλῶς, τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην,
ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδας.
ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς, φίλος, οὔτε θυρωρὸς
ἐν ποσίν, οὔτε κύων ἐν προθύροις δέδεται:
ἢν δ᾽ ἑτέρως ἔλθῃς, καὶ ὁ Κέρβερος. ὦ πλεονέκται,
οἱ πλούτου, πενίην ὡς ἀδικεῖτε νόμοι. [p. 144]