paulus silentiarius
μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλθακὰ Δημώ,
Δωρὶς ὀδακτάζει. τίς πλέον ἐξερέθει;
οὔατα μὴ κρίνωσι φιλήματα: γευσάμενοι δὲ
τριχθαδίων στομάτων, ψῆφον ἐποισόμεθα.
ἐπλάγχθης, κραδίη: τὰ φιλήματα μαλθακὰ Δημοῦς
ἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων:
μίμν᾽ ἐπὶ τοῖς: ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃ
τέρπεται, ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει.