phanias
Σκήπωνα προποδαγὸν, ἱμάντα τε, καὶ παρακοίταν
νάρθηκα, κροτάφων πλάκτορα νηπιάχων,
κέρκον τ᾽ εὐμόλπαν φιλοκαμπέα, καὶ μονόπελμον
συγχίδα, καὶ στεγάναν κρατὸς ἐρημοκόμου,
Κάλλων Ἑρμείᾳ θέτ᾽ ἀνάκτορι, σύμβολ᾽ ἀγωγᾶς
παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ.