philodemus
ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας,
ἀλλ᾽ ἔτι κυανέων σύρμα μένει πλοκάμων,
κἠν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν
ἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος,
καὶ χρὼς ἀρρυτίδωτος ἔτ᾽ ἀμβροσίην, ἔτι πειθὼ
πᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων.
ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετ᾽ ἐρασταί,
δεῦρ᾽ ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος.