leonidas
χειμερίην διὰ νύκτα, χαλαζήεντά τε συρμὸν
καὶ νιφετὸν φεύγων καὶ κρυόεντα πάγον, [p. 416]
μουνολέων, καὶ δὴ κεκακωμένος ἀθρόα γυῖα,
ἦλθε φιλοκρήμνων αὖλιν ἐς αἰγινόμων.
οἱ δ᾽ οὐκ ἀμφ᾽ αἰγῶν μεμελημένοι, ἀλλὰ περὶ σφέων,
εἵατο σωτῆρα Ζῆν᾽ ἐπικεκλόμενοι.
χεῖμα δὲ θὴρ μείνας, θὴρ νύκτιος, οὔτε τιν᾽ ἀνδρῶν
οὔτε βοτῶν βλάψας, ᾠχετ᾽ ἀπαυλόσυνος.
οἱ δὲ πάθης ἔργον τόδ᾽ ἐϋγραφὲς ἀκρολοφίτᾳ
Πανὶ παρ᾽ εὐπρέμνῳ τᾷδ᾽ ἀνέθεντο δρυΐ;