meleager
νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλους
ὅρκοις, ἀλλ᾽ ὑμέας, εἱλόμεθ᾽ ἀμφότεροι
χὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δ᾽ ἐγὼ οὔ ποτε λείψειν
ὠμόσαμεν κοινὴν δ᾽ εἴχετε μαρτυρίην.
νῦν δ᾽ ὁ μὲν μὲν ὅρκια φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι,
λύχνε, σὺ δ᾽ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.