paulus silentiarius
ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης,
συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέων
θηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτων
λαθριδίως μήλοις μῖξεν ἐρευθομένοις
εἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος: ἀντὶ δὲ μαζῶν,
ὦ πόποι, ἀπρήκτοις μῆλα φέρω παλάμαις.