rufinus
αὕτη πρόσθεν ἔην ἐρατόχροος, εἰαρόμασθος,
εὔσφυρος, εὐμήκης, εὔοφρυς, εὐπλόκαμος: [p. 166]
ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι,
καὶ νῦν τῶν προτέρων οὐδ᾽ ὄναρ οὐδὲν ἔχει,
ἀλλοτρίας δὲ τρίχας, καὶ ῥυσῶδες τὸ πρόσωπον,
οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.