zosimus
σοὶ τάδε, Πάν, θηρευταὶ ἀνηρτήσαντο σύναιμοι
δίκτυα, τριχθαδίης δῶρα κυναγεσίης:
Πίγρης μὲν πτανῶν, Κλείτωρ ἁλός, ὃς δ᾽ ἀπὸ χέρσου,
Δᾶμις, τετραπόδων ἀγκύλος ἰχνελάτης.
ἀλλὰ σὺ κἠν δρυμοῖσι, καὶ εἰν ἁλί, καὶ διὰ μέσσης
ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον.