antipater
ἁ φόρμιγξ, τά τε τόξα, καὶ ἀγκύλα δίκτυα Φοίβῳ
Σώσιδος, ἔκ τε Φίλας, ἔκ τε Πολυκράτεος.
χὠ μὲν ὀϊστευτὴρ κεραὸν βιόν, ἁ δὲ λυρῳδὸς
τὰν χέλυν, ὡγρευτὴς ὤπασε πλεκτὰ λίνα:
ἀλλ᾽ ὁ μὲν ὠκυβόλων ἰῶν κράτος, ἁ δὲ φέροιτο
ἄκρα λύρας, ὁ δ᾽ ἔχοι πρῶτα κυναγεσίας.