paulus silentiarius
σοὶ τόδε πενταίχμοισι ποδῶν ὡπλισμένον ἀκμαῖς,
ἀκροχανές, φοινῷ κρατὶ συνεξερύσαν,
ἄνθετο δέρμα λέοντος ὑπὲρ πίτυν, αἰγιπόδη Πάν,
Τεῦκρος Ἄραψ, καὐτὰν ἀγρότιν αἰγανέαν.
αἰχμῇ δ᾽ ἡμιβρῶτι τύποι μίμνουσιν ὀδόντων,
ᾇ ἔπι βρυχητὰν θὴρ ἐκένωσε χόλον.
ὑδριάδες Νύμφαι δὲ σὺν ὑλονόμοισι χορείαν
στᾶσαν, ἐπεὶ καὐτὰς πολλάκις ἐξεφόβει.