agathias scholasticus
σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω,
χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι
βάλλε δὲ σοῖς πλοκάμοισιν ἐφεσσαμένη δ᾽ ὑπὲρ ὤμων
στήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην
ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη
ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.
καὶ τόδε μὲν φορέοις ἅτε παρθένος: ἀλλὰ καὶ εὐνὴν
λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,
ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην
καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.