rufinus
τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ,
ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν: _
δώδεκά σοι βέβληκα, καὶ αὔριον ἄλλα βαλῶ σοι,
ἢ πλέον, ἠὲ πάλιν δώδεκ᾽ ἐπιστάμενος.
εἶτα κελευομένη † ἦλθεν γελάσας δὲ πρὸς αὐτήν
‘ εἴθε σε καὶ νύκτωρ ἐρχομένην ἐκάλουν.’