paulus silentiarius
σοὶ τὰ λιποστεφάνων διατίλματα μυρία φύλλων,
σοὶ τὰ νοοπλήκτου κλαστὰ κύπελλα μέθης,
βόστρυχα σοὶ τὰ μύροισι δεδευμένα, τῇδε κονίῃ
σκῦλα ποθοβλήτου κεῖται Ἀναξαγόρα,
σοὶ τάδε, Λαΐς, ἅπαντα: παρὰ προθύροις γὰρ ὁ δειλὸς
τοῖσδε σὺν ἀκρήβαις πολλάκι παννυχίσας,
οὐκ ἔπος, οὐ χαρίεσσαν ὑπόσχεσιν, οὐδὲ μελιχρῆς
ἐλπίδος ὑβριστὴν μῆθον ἐπεσπασατο: [p. 338]
φεῦ φεῦ, γυιοτακὴς δὲ λιπὼν τάδε σύμβολα κώμων,
μέμφεται ἀστρέπτου κάλλεϊ θηλυτέρης.