diodorus
ἥ τε Σάμου μεδέουσα καὶ λάχες Ἴμβρασον Ἥρη,
δέξο γενεθλιδίους, πότνα, θυηπολίας,
μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων,
εἰ ὅσιοι μακάρων θεσμὸν ἐπιστάμεθα
εὔχετ᾽ ἐπισπένδων τάδε Μάξιμος: ἡ δ᾽ ἐπένευσεν
ἔμπεδα: Μοιράων δ᾽ οὐκ ἐμέγηρε λίνα.