asclepiades
Λυσιδίκη σοί, Κύπρι, τὸν ἱππαστῆρα μύωπα,
χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός,
ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν οὐ δὲ ποτ᾽ αὐτῆς
μηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης:
ἦν γὰρ ἀκέντητος τελεοδρόμος: οὕνεκεν ὅπλον
σοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν.