agathias scholasticus
ποίην τις πρὸς Ἔρωτος ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς
μαχλάδος οἰμώξεις χρυσομανεῖ σπατάλῃ:
εἰ δ᾽ ἐπὶ παρθενικῆς πελάσεις λέχος, ἐς γάμον ἥξεις
ἔννομον, ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.
κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν
τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος;
μοίχια λέκτρα κάκιστα, καὶ ἔκτοθέν εἰσιν ἐρώτων,
ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη.
χήρη δ᾽, ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστήν,
καὶ πάντα φρονέει δήνεα μαχλοσύνης:
ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα
δέχνυται ἀστόργου κέντρα παλιμβολίης,
καὶ στυγέει τὸ τελεσθὲν ἔχουσα δὲ λείψανον αἰδοῦς,
ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας.
ἢν δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς
δοῦλος ἐναλλάγδην δμωίδι γινόμενος:
εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει,
ὕβριν ἀνιχνεύων σώματος ἀλλοτρίου.
πάντ᾽ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ᾽ ὑμέναιον
ἤειδεν παλάμῃ, Λαΐδος οὐ χατέων. [p. 292]