zosimus
τρισσὰ τάδε τρισσοὶ θηραγρέται, ἄλλος ἀπ᾽ ἄλλης
τέχνης, πρὸς νηῷ Πανὸς ἔθεντο λίνα:
Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δ᾽ ἁλίοισιν
Κλείτωρ, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις.
τοὔνεκα, Πάν, τὸν μέν γε δι᾽ αἰθέρος, ὃν δ᾽ ἀπὸ λόχμης,
τὸν δὲ δι᾽ αἰγιαλῶν θὲς πολυαγρότερον. [p. 394]