meleager
ναὶ μὰ τὸν εὐπλόκαμον Τιμοῦς φιλέρωτα κίκιννον,
ναὶ μυρόπνουν Δημοῦς χρῶτα τὸν ὑπναπάτην,
ναὶ πάλιν Ἰλιάδος φίλα παίγνια, ναὶ φιλάγρυπνον
λύχνον, ἐμῶν κώμων πόλλ᾽ ἐπιδόντα τέλη, [p. 226]
βαιὸν ἔχω τό γε λειφθέν, Ἔρως, ἐπὶ χείλεσι πνεῦμα:
εἰ δ᾽ ἐθέλεις καὶ τοῦτ᾽, εἰπέ, καὶ ἐκπτύσομαι,