philippus
Ῥοιὴν ξανθοχίτωνα, γεραιόφλοιά τε σῦκα,
καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον,
μῆλὸν θ᾽ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ,
καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων, [p. 354]
καὶ σίκυον χνοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην,
καὶ πέρκην ἤδη χρυσοχίτων᾽ ἐλάην,
σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων,
δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν,