phaedimus
Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱός,
καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη,
οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες
χεῖρας, ἄτερ τόξου, πότνια, νισσομένη.
Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντι
νεῦσον ἰδεῖν κοῦρον γυῖ᾽ ἐπαεξόμενον.